PSALM CXIV
ΙΣραήλ ὅτε παῖδες, ὅτ ̓ ἀvγλαὰ φῦλ ̓ Ἰακώβου
Αἰγύπτιον λίπε δῆμον, ἀπεχθέα βαρβαρόφωνον,
Δὴ τότε μούνον ἔην ὅσιον γένος υἷες Ιούδα.
Ἐν δὲ Θεὸς λαοῖσι μέγα κρείων βασίλευεν.
Εἶδε καὶ ἐντροπάδην φύγαδ ̓ ἐῤῥηωσε θάλασσα
Κύματι εἰλυμένη ῥοθίῳ, ὁδ ̓ ἀῤ ἐστυφελίχθη
Ιρὸς Ἰορδάνης ποτὶ ἀργυροειδέα πηγήν.
Εκ δ' ὄρεα σκαρθμοῖσιν ἀπειρέσια κλονέοντο,
Ὡς κριοὶ σφριγόωντες εϋτραφερῷ ἐν ἀλωῇ.
Βαιότεραι δ' ἅμα πάσαι ἀνασκίρτησαν ἐρίπναι,
Οἷα παραὶ σύριγγι φίλῃ ὑπὸ μητέρι ἄρνες.
Τίπτε σύγ', ἀἰνὰ θάλασσα πέλωρ φύγαδ' ἐῤῥώησας
Κύματι εἰλυμένη ροθίῳ; τί δ' ἄρ ̓ ἐστυφελίχθης
'Ιρὸς Ιορδάνη ποτὶ ἀργυροειδέα πηγὴν;
Τίπτ' ὄρεα σκαρθμοῖσιν ἀπειρέσια κλονέεσθε
Ὡς κριὸι σφριγόωντες ἐϋτραφερῷ ἐν ἀλωῇ;
Βαιοτέραι, τί δ' ἀρ' ὑμμές ἀνασκιρτήσατ' ἐρίπναι,
Ὁἷα παραὶ σύριγγι φίλῃ ὑπὸ μητὴρι ἄρνες;
Σείεο, γαῖα, τρέουσα Θεὸν μεγάλ ̓ ἐκτυπέοντα,
Γαία, Θεὸν τρείουσ ̓ ὕπατον σέβας Ἰσσακίδαο,
Ὁς τε καὶ ἐκ σπιλάδων ποταμοὺς χέε μορμύροντας,
Κρήνηντ ̓ ἅεναὸν πέτρης ἀπὸ δακρυοέσσης.
Authorized Version (English). See also Milton's juvenile (age 15) paraphrase of Psalm 114 in English.


